Philemon

1Παῦλος δέσμιος Χριστοῦ Ἰησοῦ καὶ Τιμόθεος ἀδελφὸς Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν 2καὶ Ἀπφίᾳ τῇ
 ἀδελφῇ = WH Treg NA/NIV: || ἀγαπητῇ = RP
ἀδελφῇ καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν καὶ τῇ κατ᾽ οἶκόν σου ἐκκλησίᾳ·
3χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.

4Εὐχαριστῶ τῷ θεῷ μου πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, 5ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἔχεις
 πρὸς = NA/NIV RP: || εἰς = WH Treg
πρὸς τὸν κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους,
6ὅπως κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ
 τοῦ = WH NA/NIV RP: || [omit] = Treg
τοῦ ἐν ἡμῖν εἰς
 Χριστόν = WH Treg NA/NIV: || Χριστόν Ἰησοῦν = RP
Χριστόν·
7
 χαρὰν = WH Treg NA/NIV: || Χάριν = RP
χαρὰν γὰρ
 πολλὴν ἔσχον = WH Treg NA/NIV: || ἔχομεν πολλὴν = RP
πολλὴν ἔσχον ⸃ καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ.

8Διό, πολλὴν ἐν Χριστῷ παρρησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον, 9διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ, τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης νυνὶ δὲ καὶ δέσμιος
 Χριστοῦ Ἰησοῦ = WH Treg NA/NIV: || Ἰησοῦ Χριστοῦ = RP
Χριστοῦ Ἰησοῦ ⸃—
10παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς
 δεσμοῖς = WH Treg NA/NIV: || δεσμοῖς μου = RP
δεσμοῖς Ὀνήσιμον,
11τόν ποτέ σοι ἄχρηστον νυνὶ
 δὲ = WH Treg RP: || δὲ καὶ = NA/NIV
δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον,
12ὃν ἀνέπεμψά
 σοι αὐτόν … σπλάγχνα = WH Treg NA/NIV: || σὺ δὲ αὐτόν … σπλάγχνα προσλαβοῦ = RP
σοι αὐτόν, τοῦτ᾽ ἔστιν τὰ ἐμὰ σπλάγχνα ⸃·
13ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ
 μοι διακονῇ = WH Treg NA/NIV: || διακονῇ μοι = RP
μοι διακονῇ ⸃ ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου,
14χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ἀλλὰ κατὰ ἑκούσιον· 15τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς, 16οὐκέτι ὡς δοῦλον ἀλλὰ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλιστα ἐμοί, πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν κυρίῳ.

17Εἰ οὖν με ἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ. 18εἰ δέ τι ἠδίκησέν σε ὀφείλει, τοῦτο ἐμοὶ
 ἐλλόγα = WH Treg NA/NIV: || ἐλλόγει = RP
ἐλλόγα·
19ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί, ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις. 20ναί, ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν
 Χριστῷ = WH Treg NA/NIV: || κυρίῳ = RP
Χριστῷ.
21πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ
 ἃ = WH Treg NA/NIV: || ὃ = RP
λέγω ποιήσεις.
22ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν, ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν.

23
 Ἀσπάζεταί = WH Treg NA/NIV: || Ἀσπάζονταί = RP
Ἀσπάζεταί σε Ἐπαφρᾶς συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ,
24Μᾶρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου.

25 χάρις τοῦ
 κυρίου = WH NA/NIV: || κυρίου ἡμῶν = Treg RP
κυρίου Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος
 ὑμῶν = WH Treg NA/NIV: || ὑμῶν Ἀμήν = RP
ὑμῶν.



Copyright information for SBLG